Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Παυσσανίας(*) Ἡρακλείδῃ τῶι ἀδελφῶι χαίρειν.
οἴομαι τὸν ἀδελφὸν Σαραπάμμωνα μεταδεδωκέναι ὑμεῖν(*)
διʼ ἣν αἰτίαν κατῆλθον εἰς Ἀλεξάνδρειαν, φθάνω δὲ ὑμεῖν(*)
πρότερον γεγραφηκὼς περὶ τοῦ μεικροῦ(*) Παυσανίου
5ὡς εἰς λεγιῶνα στρατευσαμενον(*). ὡς οὖν ἐβουλήθη μη-
κέτι εἰς λεγιῶναν ἀλλὰ εἰς εἶλαν, μαθὼν ἀναγκαίως ἔσχον
πρὸς αὐτὸν καταντῆσαι, καίτοι μὴ βουλόμενος. δεηθεὶς
οὖν πολλὰ ὑπὸ τῆς μητρὸς αὐτοῦ καὶ τῆς ἀδελφῆς εἰς Κό-
πτον αὐτὸν μετενεγκεῖν, κατελθὼν εἰς Ἀλεξάνδρειαν
10πολλαῖς ἀφορμαῖς ἐχρησάμην ἄχρι οὗ ⟦υ⟧ μετενέχθη
εἰς τὴν ἐν Κόπτῳ εἶλαν. ἐπιθυμῶν οὖν πρὸς ὑμᾶς
τῷ ἀνα̣π̣λ̣όῳ̣ καταντῆσαι περιεκλείσθημεν ἀπὸ τοῦ
δοθέντος [τῷ παι]δ̣ί̣ῳ ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος
κομ̣εάτ̣[ου,] κ̣[αὶ δ]ι̣[ὰ τ]αύτην τὴν αἰτίαν οὐκ εἴσχυσα(*) πρὸς
15ὑ[μ]ᾶς [κ]αταντῆσαι. θεῶν οὖν βουλομένων πρὸς τὴν
[ἑορ]τ̣ὴν̣ [τῶ]ν̣ Ἀμεσυσίων πειράσομαι πρὸς ὑμᾶς γενέ-
[σθ]αι. μ[ελη]σ̣ά̣τ̣[ω] σ̣ο̣ι οὖν, ἄδελφε, περὶ τοῦ γράμματος τῆς
[ὑ]π̣ο̣θήκ[ης ὥ]στε αὐτὸ ἀπαρτισθῆναι καθὼς ἔθος ἐστίν.
παρακαλῶ οὖ[ν,] ἄδελφε, γράψαι μοι περὶ τῆς ὑμῶν σω-
20[τ]ηρίας, ἐπεὶ ἤκουσα ἐν τῇ Ἀντινόου ὅτι παρʼ ὑμεῖν(*) λοιμὸς
[ἐγ]ένετο. μὴ οὖν ἀμελήσῃς, ἵνα κἀγὼ(*) περὶ ὑμῶν εὐθυ-
μότερον διάξω.
r,msοἴομαι τὸν ἀδελφὸν Σαραπάμμωνα μεταδεδωκέναι ὑμεῖν(*)

ἀσπάζου πολλὰ τὴν κυρίαν μου μητέρα καὶ [τὴν ἀδελ-]
φήν μου καὶ τὰ ἀβάσκαντα ἡμῶν παιδ[ία. ἀσπά]ζε-
25ται ὑμᾶς Παυσανίας. ἐρρῶσθα̣ί̣ [σ]ε̣ [εὔχ(ομαι)] π̣α̣νο̣[ικ]ε̣ί.
vφήν μου καὶ τὰ ἀβάσκαντα ἡμῶν παιδ[ία. ἀσπά]ζε-